Tekst 2A

Φίλιππος καὶ Ἀγαρίστη ἐξ Ἀθηνῶν ἐπὶ Λεβάδειαν ἔβαινον·
1 / 22
suivant
Slide 1: Question ouverte
GrieksMiddelbare schoolvwoLeerjaar 2

Cette leçon contient 22 diapositives, avec quiz interactifs.

time-iconLa durée de la leçon est: 30 min

Éléments de cette leçon

Φίλιππος καὶ Ἀγαρίστη ἐξ Ἀθηνῶν ἐπὶ Λεβάδειαν ἔβαινον·

Slide 1 - Question ouverte

ἡ ὁδὸς μακρὰ ἦν καὶ πολλαῖς πέτραις χαλεπή.

Slide 2 - Question ouverte

τί δ’ ὅμως ἐπὶ Λεβάδειαν βαίνειν ἤθελον;

Slide 3 - Question ouverte

ἐν τῇ Λεβαδείᾳ
ἤθελον ἐπὶ τὸ μαντεῖον τοῦ Τροφωνίου βαίνειν.

Slide 4 - Question ouverte

ὁ δὲ Τροφώνιος ἦν υἱὸς τοῦ θείου ἰατροῦ Ἀσκληπιοῦ.

Slide 5 - Question ouverte

οἱ δὲ ἄνθρωποι τὸν Ἀσκληπιὸν καὶ τὸν Τροφώνιον μετὰ τὸν
θάνατον αὐτῶν ὡς θεοὺς ἔσεβον.

Slide 6 - Question ouverte

ὁ μὲν γὰρ Ἀσκληπιὸς ἐν Ἐπιδαύρῳ τὰς νόσους τῶν ἀνθρώπων ἔπαυεν καὶ τοῖς ἀνθρώποις τὰς τύχας προέλεγεν, ὁ δὲ Τροφώνιος ἐν Λεβαδείᾳ.

Slide 7 - Question ouverte

ὁ οὖν Φίλιππος καὶ ἡ Ἀγαρίστη περὶ τῶν τέκνων τὴν γνώμην τὴν τοῦ Τροφωνίου ἤθελον γιγνώσκειν.

Slide 8 - Question ouverte

ὁ γὰρ Φίλιππος καὶ ἡ Ἀγαρίστη δύο τέκνα εἶχον, νεανίσκον καὶ κόρην·

Slide 9 - Question ouverte

ὁ μὲν νεανίσκος καλός τε καὶ ἀγαθὸς ἦν, ἡ δὲ κόρη τυφλή.

Slide 10 - Question ouverte

ὁ δὴ νεανίσκος καὶ ἡ κόρη τῷ Φιλίππῳ καὶ τῇ Ἀγαρίστῃ μάλα φίλοι ἦσαν, ἀλλὰ ἡ κόρη πολλὴν λύπην παρεῖχεν αὐτοῖς.

Slide 11 - Question ouverte

ὁ οὖν Φίλιππος καὶ ἡ Ἀγαρίστη διὰ τὸν ἥλιον ἔκαμνον.

Slide 12 - Question ouverte

ἡ δ’ Ἀγαρίστη τῷ Φιλίππῳ ἔλεξεν·

Slide 13 - Question ouverte

ὦ Φίλιππε, μεσημβρία ἤδη ἐστίν.

Slide 14 - Question ouverte

ἐγὼ δὲ ταῖς βολαῖς τοῦ ἡλίου πάσχω.

Slide 15 - Question ouverte

ἆρα δυνατόν ἐστιν ἐν τῇ σκιᾷ δένδρων ἡσυχάζειν;

Slide 16 - Question ouverte

ὁ μέντοι Φίλιππος τῇ Ἀγαρίστῃ ἔλεξεν·

Slide 17 - Question ouverte

οὐκ ἔξεστιν ἡσυχάζειν.

Slide 18 - Question ouverte

προβαίνειν γὰρ δεῖ, εἰ ἐν καιρῷ μέλλομεν παρεῖναι ἐν Λεβαδείᾳ.

Slide 19 - Question ouverte

εἰ δὲ μή, αἱ πύλαι ἤδη κλῃσταί εἰσιν καὶ ἐκτὸς τῶν πυλῶν καθεύδειν δεῖ.

Slide 20 - Question ouverte

ἡμεῖς δ’ ἔτι πολὺ τῆς Λεβαδείας ἀπέχομεν. σπεύδειν οὖν δεῖ.

Slide 21 - Question ouverte

οὕτως ὁ Φίλιππος τὴν Ἀγαρίστην ἔπεισεν καὶ μετὰ ταῦτα σιγῇ
προέβαινον.

Slide 22 - Question ouverte