1 Ὁ Ἡρακλῆς καὶ Ἰόλαος φίλοι εἰσίν.
Οἱ φίλοι εἰς Λέρναν βαίνουσιν·
ἐνταῦθα μεγάλη ὕδρα οἰκεῖ.
Ἡ δ’ ὕδρα θηρίον δεινόν ἐστιν.
5 Τὸ δὲ δεινὸν θηρίον φοβεῖ τοὺς ἐπιχωρίους·
τὴν γὰρ χώραν φθείρει.
Ἡ δ’ ὕδρα μεγάλη ἐστὶ καὶ φοβερά·
ἔχει γὰρ κεφαλὰς ἐννέα.
Ὀκτὼ μὲν κεφαλαὶ θνηταί εἰσιν, ἡ δὲ μέση ἀθάνατός ἐστιν.
10 Ὁ Ἡρακλῆς τὴν δεινὴν ὕδραν ζητεῖ.
Τέλος δ’ εὑρίσκει τὴν ὕδραν παρὰ τὰς πηγάς.
Καὶ τότε ὁ Ἡρακλῆς τοξεύει οἰστοὺς
Ἔπειτα τὴν μεγάλην ὕδραν λαμβάνει καὶ κατέχει.
Τῷ ῥοπάλῳ τὰς φοβερὰς κεφαλὰς ἀποκόπτει,
15 ἀλλ’ οὐδὲν ἀνύει· μίαν γὰρ κεφαλὴν
δύο δὲ νέαι κεφαλαὶ βλαστάνουσιν!
Οὕτως ὁ Ἡρακλῆς ἀπορεῖ.
> Hoe ver zijn jullie gekomen?
> Waar gaat de tekst over?