Tekst 2B

εἰς ἑσπέραν ὁ Φίλιππος καὶ ἡ Ἀγαρίστη εἰς τὴν Λεβάδειαν μόλις ἧκον·
1 / 20
next
Slide 1: Open question
GrieksMiddelbare schoolvwoLeerjaar 2

This lesson contains 20 slides, with interactive quizzes.

time-iconLesson duration is: 30 min

Items in this lesson

εἰς ἑσπέραν ὁ Φίλιππος καὶ ἡ Ἀγαρίστη εἰς τὴν Λεβάδειαν μόλις ἧκον·

Slide 1 - Open question

μάλα καματηροὶ ἦσαν.

Slide 2 - Open question

ἡ οὖν Ἀγαρίστη ἐδάκρυσεν, οὐ λύπῃ ἀλλὰ χαρᾷ.

Slide 3 - Open question

τῷ δὲ Φιλίππῳ ἀσμένη ἔλεξεν·

Slide 4 - Open question

ὦ Φίλιππε, μάλα χαίρω, ὅτι ἐν καιρῷ εἰς τὴν Λεβάδειαν ἥκομεν.

Slide 5 - Open question

αἱ γὰρ πύλαι ἔτι ἄκλῃστοί εἰσιν.

Slide 6 - Open question

νῦν δ’ οἷόν τέ ἐστιν εἰς τὴν πόλιν εἰσβαίνειν καὶ ἔπειτα τὴν οἰκίαν τὴν τῆς ἀγαθῆς Τύχης τε καὶ τοῦ ἀγαθοῦ Δαίμονος ζητεῖν.

Slide 7 - Open question

τοῖς δ’ ὁδοιπόροις οἷόν τέ ἐστιν ἐκεῖ καθεύδειν.

Slide 8 - Open question

πολλὰς δ’ ὥρας καθεύδειν ἐν νῷ ἔχω.

Slide 9 - Open question

ὁ δὲ Φίλιππος οὐδὲν ἔλεξεν, ἀλλὰ μόνον τῇ Ἀγαρίστῃ ἐπένευσεν.

Slide 10 - Open question

ἔπειτα διὰ τῶν ἀκλῄστων πυλῶν διέβαινον, ἀλλ’ ὁ πυλωρὸς αὐτοὺς ἐκώλυσεν.

Slide 11 - Open question

ὦ ξένοι, τίνες ἐστὲ καὶ πόθεν ἥκετε;

Slide 12 - Open question

καὶ διὰ τί εἰς τὴν Λεβάδειαν ἥκετε; λέγετε δή.

Slide 13 - Open question

ὁ δὲ Φίλιππος τῷ πυλωρῷ ἔλεξεν·

Slide 14 - Open question

ἡμεῖς Φίλιππός τε καὶ Ἀγαρίστη ἐσμέν.

Slide 15 - Open question

ἐκ δὲ τῶν Ἀθηνῶν ἥκομεν καὶ τὴν οἰκίαν τὴν τῆς ἀγαθῆς Τύχης τε καὶ τοῦ ἀγαθοῦ Δαίμονος ζητοῦμεν.

Slide 16 - Open question

αὔριον γὰρ εἰς τὸ ἱερὸν τὸ τοῦ Τροφωνίου βαίνειν ἐν νῷ ἔχομεν.

Slide 17 - Open question

τὴν γὰρ γνώμην τοῦ θεοῦ περὶ τῶν τέκνων ἀκοῦσαι ἐθέλομεν, μάλιστα δὲ περὶ τῆς κόρης. τυφλὴ γάρ ἐστιν.

Slide 18 - Open question

ἐπειδὴ ὁ Φίλιππος ταῦτα ἔλεξεν, ὁ πυλωρὸς οὐκέτι ἐκώλυεν αὐτούς·

Slide 19 - Open question

χαίρετε, ὦ ξένοι Ἀθηναῖοι, χαίρετε καὶ εἰσβαίνετε εἰς τὴν πόλιν.

Slide 20 - Open question