11 maart

Wat doen we vandaag?
  • Vragen grammatica?
  • Bespreken 8C, t/m 6. 
  • Vertalen 8C. 
1 / 21
next
Slide 1: Slide
GrieksMiddelbare schoolvwoLeerjaar 4

This lesson contains 21 slides, with interactive quizzes and text slides.

time-iconLesson duration is: 50 min

Items in this lesson

Wat doen we vandaag?
  • Vragen grammatica?
  • Bespreken 8C, t/m 6. 
  • Vertalen 8C. 

Slide 1 - Slide

Vragen grammatica?

Slide 2 - Open question

Geen vragen (meer)?
  • Maak maar twee rijtjes.... 

Slide 3 - Slide

ἐγὼ τὸν ῎Ερωτα ἐπαινῶ ὧδε· μέγας θεὸς ὁ ῎Ερως καὶ
θαυμαστὸς ἐν ἀνθρώποις τε καὶ θεοῖς.

Slide 4 - Open question

πρεσβύτατος γάρ ἐστιν, ὡς ἐγὼ ἀποδείξω.

Slide 5 - Open question

οὔτε γὰρ ποιηταὶ οὔτε συγγραφεῖς τοὺς
γονέας τοῦ ῎Ερωτος ὀνομάζουσιν.

Slide 6 - Open question

περὶ δὲ τῆς γενέσεως λέγοντές φασι πρῶτον μὲν τὸ Χάος γενέσθαι, μετὰ δὲ τὸ Χάος δύο ἄλλους, τὴν Γῆν τε καὶ τὸν ῎Ερωτα.

Slide 7 - Open question

πρεσβύτατος δ’ ὢν μέγιστα ἀγαθὰ δίδωσιν.

Slide 8 - Open question

τίνα ἀγαθὰ λέγω;

Slide 9 - Open question

τὴν μὲν ἐπὶ τοῖς αἰσχροῖς πράγμασιν αἰσχύνην, τὴν δ’ ἐπὶ τοῖς καλοῖς φιλοτιμίαν.

Slide 10 - Open question

φημὶ γὰρ ὅτι ἀνὴρ ἐρῶν, εἴ τι αἰσχρὸν ποιοίη, οὐ μόνον αἰσχύνοιτο ἂν τὸν πατέρα καὶ τοὺς ἑταίρους,
ἀλλὰ μάλιστα τὸν ἐρώμενον.

Slide 11 - Open question

ὡσαύτως δὲ καὶ τὸν ἐρώμενον ὁρῶμεν, ὅτι μάλιστα τὸν ἐραστὴν αἰσχύνεται, ἐν αἰσχρῷ τινι γενόμενος.

Slide 12 - Open question

οὕτως διὰ τὸν ῎Ερωτα καὶ ὁ ἐραστὴς καὶ ὁ ἐρώμενος μάλιστ᾿
ἂν αἰσχύνοιντο, καὶ διὰ τὴν αἰσχύνην τὰ βέλτιστα ποιῆσαι
ἐπιχειροῖεν ἄν.

Slide 13 - Open question

ῥᾴδιόν ἐστι καὶ ἄλλο παράδειγμα τῆς τοῦ ῎Ερωτος δυνάμεως διδόναι.

Slide 14 - Open question

καὶ ὑπεραποθνῄσκειν γε μόνοι ἐθέλουσιν οἱ ἐρῶντες, οὐ μόνον οἱ ἄνδρες, ἀλλὰ καὶ αἱ γυναῖκες.

Slide 15 - Open question

τούτου δὲ καὶ ἡ ῎Αλκηστις ἱκανὴν μαρτυρίαν παρέχεται, ἐθελήσασα μόνη ὑπὲρ τοῦ ἑαυτῆς ἀνδρὸς ἀποθανεῖν.

Slide 16 - Open question

καὶ τοῦτο ἐργασαμένη οὕτω καλὸν ἔργον ἔδοξεν ἐργάσασθαι, ὥστε ἔδοσαν αὐτῇ τόδε τὸ γέρας οἱ θεοί, τὴν ψυχὴν ἀνιέναι πάλιν ἐξ ῞Αιδου.

Slide 17 - Open question

οὕτω καὶ οἱ θεοὶ τὴν περὶ τὸν ἔρωτα σπουδήν τε καὶ ἀρετὴν μάλιστα τιμῶσιν.

Slide 18 - Open question

᾿Ορφέα μέντοι ἀτελῆ ἀπέπεμψαν ἐξ ῞Αιδου, φάσμα δείξαντες
τῆς γυναικὸς ἐφ᾿ ἣν ἧκεν, αὐτὴν δὲ οὐ δόντες·

Slide 19 - Open question

μαλθακίζεσθαι γὰρ ἐδόκει καὶ οὐ τολμᾶν ἐξ ἔρωτος ἀποθνῄσκειν ὥσπερ ῎Αλκηστις, ἀλλ᾿ ἐπειρᾶτο ζῶν εἰσιέναι εἰς ῞Αιδου.

Slide 20 - Open question

Aan het werk.
  • Leer de woordjes en grammatica t/m 8C
  • Vertaal 8C, t/m 11. 
  • Maak A, werkwoord 1. 

    Dit is ook huiswerk. 

Slide 21 - Slide