Καὶ πελάζει ὁ Περσεὺς τῇ Μεδούσῃ, ἀφανὴς τῇ
τοῦ Ἅιδου κόρυθι. Βλέπει δ᾽ εἰς τὸ δεινὸν τέρας
ἐν τῇ ἀσπίδι, ὡς ἐν κατόπτρῳ· οὕτω γὰρ οὐκ
20 εὐθέως εἰς τὸ τῆς Γοργόνος πρόσωπον βλέπει.
Ὡς δὲ τάχιστα ὁ ἥρως ἐγγύς ἐστιν, ἀποκόπτει
τὴν τῆς Μεδούσης κεφαλὴν τῇ μαχαίρῃ. Ἔπειτα
δὲ τοῖς τοῦ Ἑρμοῦ σανδάλοις φεύγει ὡς τάχιστα.
Ἀντὶ δὲ τῆς τῶν θεῶν βοηθείας ὁ Περσεὺς τὴν
25 τῆς Μεδούσης κεφαλὴν παρέχει τῇ Ἀθηνᾷ.