1 Ὁ Ἀχιλλεὺς τοὺς τρεῖς ἀγγέλους φιλότητι μεγάλῃ ἐξένιζεν·
‘Χαίρετε, ἄνδρες· φίλτατοι γάρ ἐστέ μοι! Δεῦρο καθίζετε.’
Ἔπειτα δὲ τῷ ἑταίρῳ Πατρόκλῳ ἔλεγεν·
‘Ἄγε δή, Πάτροκλε, μείζονα κρατῆρα δεῦρο κόμιζε,
5 οἶνον δὲ καὶ σῖτον πάρεχε τοῖς φίλοις ἀνδράσιν.’