Ὁ Ἕκτωρ ἐν τῇ Τροίᾳ ἐμάστευε τὴν γυναῖκα· ἡ γὰρ Ἀνδρομάχη οὐκ ἐν τοῖς μεγάροις ἦν. Τέλος δ ̓ ηὗρε τὴν γυναῖκα ὁ Ἕκτωρ ἐπὶ τοῦ πύργου σὺν τῷ τέκνῳ. Ἐπεὶ δ ̓ ἡ Ἀνδρομάχη εἶδε τὸν Ἕκτορα, εἶπεν αὐτῷ· « Ἱκετεύω σε, μένε καὶ μή με λεῖπε· σὲ γὰρ μόνον ἔχω. Τὸν μὲν πατέρα μου ὁ Ἀχιλλεὺς ἔκτανε δόρατι, τὴν δὲ μητέρα ἔλαβεν ὡς δούλην.