TEKST 13B MENELAOS EN HELENA

TEKST 13B MENELAOS EN HELENA
1 / 19
next
Slide 1: Slide
GrieksMiddelbare schoolvwoLeerjaar 3

This lesson contains 19 slides, with interactive quizzes and text slide.

time-iconLesson duration is: 50 min

Items in this lesson

TEKST 13B MENELAOS EN HELENA

Slide 1 - Slide

Καὶ Μενέλαος μετέσχε τῆς τοῦ Ἰλίου διαφθορᾶς.

Slide 2 - Open question

Οὗτος δὲ διέφθειρε μὲν Τρῶας ὡς πλείστους,
ἅμα δ’ Ἑλένην, τὴν γυναῖκα, ἐζήτει·

Slide 3 - Open question

μάλιστα γὰρ ἐχαλέπηνεν ἐκείνῃ καὶ ἀποκτεῖναι ἐπεθύμησεν.

Slide 4 - Open question

Ὅτε οὖν ἡ Ἑλένη πόρρωθεν τὸν Μενέλαον εἶδεν, φόβῳ μεγίστῳ τὸν ἄνδρα ἔφευγεν, ἀλλ’ οὐκ ἔλαθεν ἐκεῖνον.

Slide 5 - Open question

Ἐδίωξε δ’ αὐτὴν καὶ τῇ χειρὶ τὸ φάσγανον ἤδη αἴρει!

Slide 6 - Open question

Αὕτη δὲ πρὸς τὰ γόνατα αὐτοῦ ἔπεσε καὶ ἱκέτευεν αὐτὸν τοῖσδε τοῖς λόγοις·

Slide 7 - Open question

‘Ἄνερ φίλτατε, μή με ἀπόκτεινε, ἀλλ’ ἐλέαιρε!

Slide 8 - Open question

Οὐ γὰρ κακὴ ἐγώ εἰμι, ἀλλὰ γυνὴ ἡ αὐτὴ νῦν καὶ πρότερον.

Slide 9 - Open question

Ἡ δ’ Ἀφροδίτη ἐκείνη αἰτία ἐστὶ τῶνδε τῶν ἐμῶν κακῶν!

Slide 10 - Open question

Δῆλον γάρ ἐστι διὰ ταύτην τὴν θεὸν ἐμὲ ἐνθάδε ἐλθεῖν καὶ νῦν ἐν τῇδε τῇ οἰκίᾳ τοῦ Πριάμου οἰκεῖν.

Slide 11 - Open question

Συγγνώμην οὖν ἔχε μοι.

Slide 12 - Open question

Σὲ γὰρ μόνον φιλῶ καὶ σοὶ μόνῳ – οὐκ ἄλλῳ ἀνδρί – γυνὴ σωφρονεστάτη εἶναι ἐθέλω!’

Slide 13 - Open question

Τούτοις τοῖς λόγοις ἡ μὲν Ἑλένη ἱκέτευσεν ἐκεῖνον μὴ ἀποκτεῖναι αὐτήν, ὁ δὲ Μενέλαος ὤκνει·

Slide 14 - Open question

‘Πότερον ἀποκτείνω ἐκείνην ἢ μή;

Slide 15 - Open question

Αὕτη γὰρ δοκεῖ μοι γυνὴ ἡ αὐτὴ εἶναι νῦν καὶ πρότερον·

Slide 16 - Open question

δῆλον δή ἐστιν ἐκείνην γυναῖκα καλλίστην εἶναι καὶ ὁμοίαν τινὶ θεῷ!’

Slide 17 - Open question

Τὸ δὲ φάσγανον αὐτοῦ ἔπεσεν ἐκ τῆς χειρός, ὁ δὲ Μενέλαος συγγιγνώσκει αὐτῇ·

Slide 18 - Open question

φιλεῖ γὰρ ἔτι καὶ νῦν τὴν γυναῖκα!

Slide 19 - Open question