Tekst Les 6 ΘΕΟΙ
1 Ἰδού, σύνεισιν οἱ θεοί· ὁ δὲ Ζεὺς τὸν θρόνον ἔχει,
ἡγεμὼν γάρ ἐστι τῶν θεῶν. Ὄπισθεν δὲ τοῦ
Διός ἐστιν ὁ θρόνος τῆς τοῦ ἡγεμόνος γυναικός.
Τὸ τῆς θεᾶς ὄνομα Ἥρα ἐστίν. Ἐναντίον δὲ
5 τοῦ Διὸς ὁ Ποσειδῶν τὴν τρίαιναν φέρει. Ἐγγὺς
δὲ τοῦ Ποσειδῶνος Ἥφαιστος καὶ Ἀπόλλων
εἰσίν. Ὁ μὲν Ἥφαιστος, ὁ τοῦ πυρὸς θεός,
ἀξίνην φέρει, ὁ δὲ Ἀπόλλων ὄργανον. Ὁ γὰρ
Ἀπόλλων οὐ μόνον τοῦ φωτὸς θεός ἐστιν, ἀλλὰ
10 καὶ τοὺς ἀνθρώπους τὰς μουσικὰς τέχνας διδάσκει.