17 december

Wat doen we vandaag?
  • Bespreken Loukianos 3
  • Lyriek
1 / 34
next
Slide 1: Slide
GrieksMiddelbare schoolvwoLeerjaar 5

This lesson contains 34 slides, with interactive quizzes and text slides.

time-iconLesson duration is: 50 min

Items in this lesson

Wat doen we vandaag?
  • Bespreken Loukianos 3
  • Lyriek

Slide 1 - Slide

Ἔστιν, ὦ Ἑρμῆ, νῦν ἐντυχεῖν τῷ Διί;

Slide 2 - Open question

Οὐδαμῶς, ὦ Πόσειδον.

Slide 3 - Open question

Ὅμως προσάγγειλον αὐτῷ.

Slide 4 - Open question

Μὴ ἐνόχλει, φημί· ἄκαιρον γάρ ἐστιν, ὥστε οὐκ ἂν ἴδοις αὐτὸν ἐν τῷ παρόντι.

Slide 5 - Open question

Μῶν τῇ Ἥρᾳ σύνεστιν;

Slide 6 - Open question

Οὔκ, ἀλλ’ ἑτεροῖόν τί ἐστιν.

Slide 7 - Open question

Συνίημι· ὁ Γανυμήδης ἔνδον.

Slide 8 - Open question

Οὐδὲ τοῦτο· ἀλλὰ μαλακῶς ἔχει αὐτός.

Slide 9 - Open question

Πόθεν, ὦ Ἑρμῆ; Δεινὸν γὰρ τοῦτο φῄς.

Slide 10 - Open question

Αἰσχύνομαι εἰπεῖν, τοιοῦτόν ἐστιν.

Slide 11 - Open question

Ἀλλὰ οὐ χρὴ πρὸς ἐμὲ θεῖόν γε ὄντα.

Slide 12 - Open question

Τέτοκεν ἀρτίως, ὦ Πόσειδον.

Slide 13 - Open question

Ἄπαγε, τέτοκεν ἐκεῖνος; Ἐκ τίνος;

Slide 14 - Open question

Οὐκοῦν ἐλελήθει ἡμᾶς ἀνδρόγυνος ὤν;

Slide 15 - Open question

Ἀλλὰ οὐδὲ ἐπεσήμανεν ἡ γαστὴρ αὐτῷ ὄγκον τινά.

Slide 16 - Open question

Εὖ λέγεις· οὐ γὰρ ἐκείνη εἶχε τὸ ἔμβρυον.

Slide 17 - Open question

Οἶδα· ἐκ τῆς κεφαλῆς ἔτεκεν αὖθις ὥσπερ τὴν Ἀθηνᾶν· τοκάδα γὰρ τὴν κεφαλὴν ἔχει.

Slide 18 - Open question

Οὔκ, ἀλλὰ ἐν τῷ μηρῷ ἐκύει τὸ ἐκ τῆς Σεμέλης βρέφος.

Slide 19 - Open question

Εὖ γε ὁ γενναῖος, ὡς ὅλος ἡμῖν κυοφορεῖ καὶ πανταχόθι τοῦ σώματος. Ἀλλὰ τίς ἡ Σεμέλη ἐστί;

Slide 20 - Open question

Θηβαία, τῶν Κάδμου θυγατέρων μία.

Slide 21 - Open question

Ταύτῃ συνελθὼν ἐγκύμονα ἐποίησεν.

Slide 22 - Open question

Εἶτα ἔτεκεν, ὦ Ἑρμῆ, ἀντ’ ἐκείνης;

Slide 23 - Open question

Καὶ μάλα, εἰ καὶ παράδοξον εἶναί σοι δοκεῖ·

Slide 24 - Open question

τὴν μὲν γὰρ Σεμέλην ὑπελθοῦσα ἡ Ἥρα–οἶσθα ὡς ζηλότυπός ἐστι–πείθει αἰτῆσαι παρὰ τοῦ Διὸς μετὰ βροντῶν καὶ ἀστραπῶν ἥκειν παρ’ αὐτήν.

Slide 25 - Open question

Ὡς δὲ ἐπείσθη καὶ ἧκεν ἔχων καὶ τὸν κεραυνόν, ἀνεφλέγη ὁ ὄροφος, καὶ ἡ Σεμέλη μὲν διαφθείρεται ὑπὸ τοῦ πυρός,

Slide 26 - Open question

ἐμὲ δὲ κελεύει ἀνατεμόντα τὴν γαστέρα τῆς γυναικὸς ἀνακομίσαι ἀτελὲς ἔτι αὐτῷ τὸ ἔμβρυον ἑπτάμηνον.

Slide 27 - Open question

Καὶ ἐπειδὴ ἐποίησα, διελὼν τὸν ἑαυτοῦ μηρὸν ἐντίθησιν, ὡς ἀποτελεσθείη ἐνταῦθα,

Slide 28 - Open question

καὶ νῦν τρίτῳ ἤδη μηνὶ ἐξέτεκεν αὐτὸ καὶ μαλακῶς ἀπὸ τῶν ὠδίνων ἔχει.

Slide 29 - Open question

Νῦν οὖν ποῦ τὸ βρέφος ἐστίν;

Slide 30 - Open question

Ἐς τὴν Νῦσαν ἀποκομίσας παρέδωκα ταῖς Νύμφαις ἀνατρέφειν Διόνυσον αὐτὸν ἐπονομασθέντα.

Slide 31 - Open question

Οὐκοῦν ἀμφότερα τοῦ Διονύσου τούτου καὶ μήτηρ καὶ πατὴρ ὁ ἀδελφός ἐστιν;

Slide 32 - Open question

Ἔοικεν. Ἄπειμι δ’ οὖν ὕδωρ αὐτῷ πρὸς τὸ τραῦμα οἴσων καὶ τὰ ἄλλα ποιήσων, ἃ νομίζεται ὥσπερ λεχοῖ.

Slide 33 - Open question

Aan het werk. 
  • Lees de intro van de Lyriek, hoofdstuk 6. 

Slide 34 - Slide