13 januari

Wat doen we vandaag?
  • Bespreken Sappho
  • Vertalen gedichten van Sappho
1 / 11
next
Slide 1: Slide
GrieksMiddelbare schoolvwoLeerjaar 5

This lesson contains 11 slides, with interactive quizzes and text slide.

time-iconLesson duration is: 50 min

Items in this lesson

Wat doen we vandaag?
  • Bespreken Sappho
  • Vertalen gedichten van Sappho

Slide 1 - Slide

Ποικιλόθρον’ ἀθανάτ Ἀφρόδιτα,
παῖ Δίος δολόπλοκε, λίσσομαί σε,
μή μ’ ἄσαισι μηδ’ ὀνίαισι δάμνα,
πότνια, θῦμον,

Slide 2 - Open question

ἀλλὰ τυίδ’ ἔλθ’, αἴ ποτα κἀτέρωτα
τὰς ἔμας αὔδας ἀίοισα πήλοι
ἔκλυες,

Slide 3 - Open question

πάτρος δὲ δόμον λίποισα
χρύσιον ἦλθες
ἄρμ’ ὐπασδεύξαισα·

Slide 4 - Open question

κάλοι δέ σ’ ἆγον
ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας
πύκνα δίννεντες πτέρ’ ἀπ’ ὠράνωἴθε-
ρος διὰ μέσσω.

Slide 5 - Open question

Αἶψα δ’ ἐξίκοντο·

Slide 6 - Open question

σὺ δ’, ὦ μάκαιρα,
μειδιαίσαισ’ ἀθανάτῳ προσώπῳ
ἤρε’ ὄττι δηὖτε πέπονθα κὤττι
δηὖτε κάλημμι

Slide 7 - Open question

κὤττι μοι μάλιστα θέλω γένεσθαι
μαινόλᾳ θύμῳ·

Slide 8 - Open question

Τίνα δηὖτε Πείθω
. . σάγην ἐς σὰν φιλότατα; Τίς σ’, ὦ
Ψάπφ’, ἀδικήει;

Slide 9 - Open question

Καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει,
αἰ δὲ δῶρα μὴ δέκετ’, ἀλλὰ δώσει,
αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει
κωὐκ ἐθέλοισα.

Slide 10 - Open question

Ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον
ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι
θῦμος ἰμέρρει, τέλεσον, σὺ δ’ αὔτα
σύμμαχος ἔσσο.

Slide 11 - Open question